Εὐλογεῖτε, πάντα τὰἔργα Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
ὁ β’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον.
ὁ α’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, ὕδατα πάντα τὰὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ Δυνάμεις Κυρίου, τὸν Κύριον.
ὁ β’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον.
ὁ α’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶἡμέραι, τὸν Κύριον.
ὁ β’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον.
ὁ α’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον.
ὁ β’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον.
ὁ α’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον.
ὁ β’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον.
ὁ α’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, πηγαί, θάλασσα, καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον.
ὁ β’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον.
ὁ α’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραὴλ τὸν Κύριον.
ὁ β’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον.
ὁ α’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον.
ὁ β’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, καὶ Μισαήλ, τὸν Κύριον.
ὁ α’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον.
ὁ β’ χορός
Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα Υἱόν, καὶἋγιον Πνεῦμα τὸν Κύριον.
ὁ α’ χορός
Τὸν Κύριον ὑμνοῦμεν, καὶὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
ὁ β’ χορός
Τὸν Κύριον ὑμνοῦμεν, καὶ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου